CADA PIEZA VIVE EN UNA DIRECCIÓN · NADA VIVE EN UNA SOLA SALA  

PoetósferaLa BibliotecaΣαπφώ

Σαπφώ · Medieval

Ύμνος προς την Αφροδίτη

griego

Ποικιλόθρον᾽ ἀθάνατ᾽ Ἀφρόδιτα,
παῖ Διός, δολόπλοκε, λίσσομαί σε
μή μ᾽ ἄσαισι μηδ᾽ ὀνίαισι δάμνα,
πότνια, θῦμον·

ἀλλά τυῖδ᾽ ἔλθ᾽, αἴ ποτα κἀτέρωτα
τᾶς ἔμας αὔδως ἀίοισα πήλυι
ἔκλυες, πάτρος δὲ δόμον λίποισα
χρύσιον ἦλθες

ἄρμ᾽ ὐπαζεύξαισα, κάλοι δέ σ᾽ ἆγον
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
πύκνα δίννεντες πτέρ’ ἀπ᾽ ὠράνω͜ αἴθε-
ρος διὰ μέσσω.

αἶψα δ᾽ ἐξίκοντο, τὺ δ᾽, ὦ μάκαιρα
μει διάσαισ᾽ ἀθανάτῳ προσώπῳ,
ἤρε’ ὄττι δηὖτε πέπονθα κὤττι
δηὖτε κάλημι,

κὤττι ἔμῳ μάλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω
μαῖς ἄγην ἐς σὰν φιλότατα; τίς σ’, ὦ
Ψάπφ᾽, ἀδικήειἀδικήη Et. Mag. 485. 41.;

καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,
αἰ δὲ δῶρα μὴ δέκετ’, ἀλλὰ δώσει,
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθέλοισα.

ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
θῦμος ἰμμέρρει, τέλεσον· σὺ δ’ αὔτα
σύμμαχος ἔσσο.

Sigue explorando

Por su autor
Σαπφώ · 5 piezas más en la casa
Dónde vive
La Biblioteca

Ύμνοι και Επιθαλάμια — Απόσπασμα 16 - Φίλτατον Γαίας γένος Ὀρράνω τε →

Expediente

Autor
Σαπφώ
Título
Ύμνος προς την Αφροδίτη
Lengua
griego
Época
Medieval
Sala
La Biblioteca
Identificador
ws-el-ymnos-pros-tin-afroditi--sapfo-2f2f42
Cita recomendada
Σαπφώ, «Ύμνος προς την Αφροδίτη», Poetósfera, poetosfera.com/p/ws-el-ymnos-pros-tin-afroditi--sapfo-2f2f42.html

Las obras de dominio público se reproducen íntegras, con atribución y en la ortografía de su impreso. No pedimos datos personales para avisar de una errata; para otra cosa, escríbenos desde Sobre la casa.