Οἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδων
οἰ δὲ νάων φαῖσ᾽ ἐπὶ γᾶν μέλαιναν
ἔμμεναι κάλλιστον, ἔγω δὲ κῆν᾽ ὄτ-
τω τις ἔραται·
5πάγχυ δ᾽ εὔμαρες σύνετον πόησαι
πάντι τοῦτ᾽, ἀ γὰρ πόλυ περσκέθοισα
κάλλος ἀνθρώπων Ἐλένα τὸν ἄνδρα
τὸν πανάριστον
καλλίποισ᾽ ἔβα ᾽ς Τροΐαν πλέοισα
10κωὐδὲ παῖδος οὐδὲ φίλων τοκήων
πάμπαν ἐμνάσθη, ἀλλὰ παράγαγ᾽ αὔταν
τὰν ἀ?έκοισαν
Κύπρις· εὔκαμπτον γὰρ...
...
15κἄμε νῦν Ἀνακτορίας ὀνέμναι-
σ᾽ οὐ παρεοίσας,
τᾶς κε βολλοίμαν ἔρατόν τε βᾶμα
κἀμάρυχμα λάμπρον ἴδην προσώπω
ἢ τὰ Λύδων ἄρματα κἀν ὄπλοισι
20πεσδομάχεντας.