...ὀρράνοθεν...
...κατίοισα...
δεῦρύ μ᾽ ἐκ Κρήτας ἐπὶ τόνδε ναῦον
ἄγνον ὄππαι δὴ χάριεν μὲν ἄλσος
5μαλίαν, βῶμοι δ᾽ ἔνι θυμιάμε-
νοι λιβανώτω
ἐν δ᾽ ὔδωρ ψῦχρον κελάδει δι᾽ ὔσδων
μαλίνων, βρόδοισι δὲ παῖς ὀ χῶρος
κασσκιάσθ᾽, αἰσθυσσομένων δὲ φύλλων
10κῶμα κατέρρει
ἐν δὲ λείμων ἰππόβοτος τέθαλε
ἠρίνοισιν ἄνθεσιν, αἰ δ᾽ ἄηται
μέλλιχα πνέοισι...