(18) Hic et Aloidas geminos inmania vidi
Corpora, qui manibus magnum rescindere caelum
Adgressi superisque Iovem detrudere regnis.
Ὦτόν τ’ ἀντίθεον τηλέκλειτόν τ’ Ἐφιάλτην
τοὺς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα,
καὶ πολὺ καλλίστους, μετά γε κλυτὸν Ὠρίωνα·
ἐννέωροι γὰρ τοίγε καὶ ἐννεαπήχεες ἦσαν
εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο·
Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ’ Ὄσσῆ
Πήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἀμβατὸς εἴη.