...
Φοίβωι χρυσοκόμαι, τὸν ἔτικτε Κόω κόρα
μίγεισ᾽ εὐρυβίαι Κρονίδαι μεγαλωνύμωι
Ἄρτεμις δὲ θέων μέγαν ὄρκον ἐπώμοσε
5νὴ τὰν σὰν κεφάλαν, ἀϊπάρθενος ἔσσομαι
ἄδμης οἰοπόλων ὀρέων κορύφαισ᾽ ἔπι
θηρεύοισ᾽· ἄγι καὶ τάδε νεῦσον ἔμαν χάριν.
ὢς εἶπ᾽· αὐτὰρ ἔνευσε θέων μακάρων πάτηρ.
πάρθενον δ᾽ ἐλαφάβολον ἀγροτέραν θέοι
10ἄνθρωποί τε κάλεισιν ἐπωνύμιον μέγα.
κήναι λυσιμέλης Ἔρος οὐδάμα πίλναται·