αὖλιν Ἀρισταγόρεω καὶ κτήματα μυρίος ἀρθείς,
Νεῖλε, μετʼ εἰκαίης ἐξεφόρησας ὁδοῦ.
αὐτὸς δʼ οἰκείης ὁ γέρων ἐπενήξατο βώλου
ναυηγός, πάσης ἐλπίδος ὀλλυμένης,
γείτονος ἡμίθραυστον ἐπʼ αὔλιον,
ὦ πολύς, εἴπας,
μόχθος ἐμός, πολιῆς τʼ ἔργα περισσὰ χερός,
ὕδωρ πᾶν ἐγένεσθε: τὸ δὲ γλυκὺ τοῦτο γεωργοῖς
κῦμʼ ἐπʼ Ἀρισταγόρην ἔδραμε πικρότατον.