ἤδη γάρ ποτʼ ἐγὼ γενόμην κοῦρός τε κόρη τε,
θάμνος τʼ, οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπυρος ἰχθῦς.
ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος
ναίετʼ ἀνʼ ἄκρα πόλιος, ἀγαθῶν μελεδήμονες ἔργων,
χαίρετʼ· ἐγὼ δʼ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός,
πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικεν,
ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις,