CADA PIEZA VIVE EN UNA DIRECCIÓN · NADA VIVE EN UNA SOLA SALA  

PoetósferaLa BibliotecaΜόσχος ο Συρακούσιος

Μόσχος ο Συρακούσιος · Medieval

Έρως δραπέτης

griego

Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει·

«ὅστις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,

δραπετίδας ἐμός ἐστιν· ὁ μανύσας γέρας ἑξεῖ·

μισθός τοι τὸ φίλημα τὸ Κύπριδος· ἢν δ’ ἀγάγῃ νιν,

οὐ γυμνὸν τὸ φίλημα, τὺ δ’, ὦ ξένε, καὶ πλέον ἕξεις.

ἔστι δ’ ὁ παῖς περίσαμος· ἐν εἴκοσι παισὶ μάθοις νιν.

χρῶτα μὲν οὐ λευκός, πυρὶ δ’ εἴκελος· ὄμματα δ’ αὐτῷ

δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·

οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά,

ὡς δὲ χολὰ νόος ἐστίν· ἀνάμερος, ἠπεροπευτάς, 10

οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδων.

εὐπλόκαμον τὸ κάρανον, ἔχει δ’ ἰταμὸν τὸ μέτωπον.

μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει,

βάλλει κεἰς Ἀχέροντα καὶ εἰς Ἀΐδα βασίλεια.

γυμνὸς ὅλος τό γε σῶμα, νόος δέ οἱ εὖ πεπύκασται.

καὶ πτερόεις ὡς ὄρνις ἐφίπταται ἄλλον ἐπ’ ἄλλῳ,

ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται.

τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον,

τυτθὸν μὲν τὸ βέλεμνον, ἐς αἰθέρα δ’ ἄχρι φορεῖται.

καὶ χρύσεον περὶ νῶτα φαρέτριον, ἔνδοθι δ’ ἐντὶ 20

τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.

πάντα μὲν ἄγρια ταῦτα· πολὺ πλέον ἁ δαῒς αὐτῷ·

βαιὰ λαμπὰς ἐοῖσα τὸν ἅlιον αὐτὸν ἀναίθει.

ἢν τύ γ’ ἕλῃς τῆνον, δήσας ἄγε μηδ’ ἐλεήσῃς.

κἢν ποτίδῃς κλαίοντα, φυλάσσεο μή σε πλανάσῃ·

κἢν γελάῃ, τύ νιν ἕλκε. καὶ ἢν ἐθέλῃ σε φιλῆσαι,

φεῦγε· κακὸν τὸ φίλημα, τὰ χείλεα φάρμακον ἐντί.

ἢν δὲ λέγῃ ‘λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,’

μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γὰρ πυρὶ πάντα βέβαπται.»

Sigue explorando

Por su autor
Μόσχος ο Συρακούσιος · 1 pieza más en la casa
Dónde vive
La Biblioteca

Ευρώπη →

Expediente

Autor
Μόσχος ο Συρακούσιος
Título
Έρως δραπέτης
Lengua
griego
Época
Medieval
Sala
La Biblioteca
Identificador
ws-el-sin-nombre--sin-nombre-07c342
Cita recomendada
Μόσχος ο Συρακούσιος, «Έρως δραπέτης», Poetósfera, poetosfera.com/p/ws-el-sin-nombre--sin-nombre-07c342.html

Las obras de dominio público se reproducen íntegras, con atribución y en la ortografía de su impreso. ¿Ves una errata o conoces una fuente mejor? Escríbenos desde Sobre la casa.