CADA PIEZA VIVE EN UNA DIRECCIÓN · NADA VIVE EN UNA SOLA SALA  

PoetósferaLa BibliotecaΠλάτων

Πλάτων · Medieval

Επιστολές (Πλάτων) — 1

griego

309α Πλάτων Διονυσίῳ εὖ πράττειν.

διατρίψας ἐγὼ παρ᾽ ὑμῖν χρόνον τοσοῦτον καὶ διοικῶν τὴν ὑμετέραν ἀρχὴν πεπιστευμένος πάντων μάλιστα, τὰς ὠφελίας ὑμῶν λαμβανόντων, τὰς διαβολὰς δυσχερεῖς οὔσας ὑπέμενον: ᾔδη γὰρ ὅτι τῶν ὠμοτέρων οὐδὲν ἐμοῦ συνεθέλοντος ὑμῖν δόξει πεπρᾶχθαι: πάντες γὰρ οἱ συμπολιτευόμενοι 309β μεθ᾽ ὑμῶν ὑπάρχουσί μοι μάρτυρες, ὧν ἐγὼ πολλοῖς συνηγωνισάμην, ἀπολύσας αὐτοὺς οὐ σμικρᾶς ζημίας. αὐτοκράτωρ δὲ πολλάκις τὴν ὑμετέραν πόλιν διαφυλάξας, ἀπεπέμφθην ἀτιμότερον ἢ πτωχὸν ὑμῶν ἀποστελλόντων προσήκει καὶ κελευόντων ἐκπλεῦσαι, τοσοῦτον παρ᾽ ὑμῖν διατρίψαντα χρόνον. ἐγὼ μὲν οὖν περὶ ἐμαυτοῦ βουλεύσομαι τὸ λοιπὸν τρόπον ἀπανθρωπότερον, σὺ δὲ τοιοῦτος ὢν τύραννος οἰκήσεις μόνος. τὸ δὲ χρυσίον τὸ λαμπρόν, 309γ ὅπερ ἔδωκας εἰς ἀποστολήν, ἄγει σοι Βακχεῖος ὁ τὴν ἐπιστολὴν φέρων: οὔτε γὰρ ἐφόδιον ἐκεῖνό γ᾽ ἦν ἱκανὸν οὔτε πρὸς τὸν ἄλλον βίον συμφέρον, ἀδοξίαν δὲ πλείστην τῷ διδόντι σοὶ παρασκευάζον, οὐ πολλῷ δὲ ἐλάττω κἀμοὶ λαμβάνοντι, διόπερ οὐ λαμβάνω. σοὶ δ᾽ οὐδὲν διαφέρει δῆλον ὅτι καὶ λαβεῖν καὶ δοῦναι τοσοῦτον, ὥστε κομισάμενος ἄλλον τινὰ τῶν ἑταίρων θεράπευσον ὥσπερ ἐμέ: κἀγὼ γὰρ 309δ ἱκανῶς ὑπὸ σοῦ τεθεράπευμαι. καί μοι τὸ τοῦ Εὐριπίδου κατὰ καιρόν ἐστιν εἰπεῖν, ὅτι σοὶ πραγμάτων ἄλλων ποτὲ συμπεσόντων —“εὔξῃ τοιοῦτον ἄνδρα σοι παρεστάναι.” (Εὐριπίδης, Fr. 956) ὑπομνῆσαι δέ σε βούλομαι διότι καὶ τῶν ἄλλων τραγῳδοποιῶν οἱ πλεῖστοι, ὅταν ὑπό τινος ἀποθνῄσκοντα τύραννον εἰσάγωσιν, ἀναβοῶντα ποιοῦσιν— 310α “φίλων ἔρημος, ὦ τάλας, ἀπόλλυμαι:” (Trag. Gr. Frag. Adesp. 347) χρυσίου δὲ σπάνει ἀπολλύμενον οὐδεὶς πεποίηκεν. κἀκεῖνο δὲ τὸ ποίημα τοῖς νοῦν ἔχουσιν οὐ κακῶς ἔχειν δοκεῖ—

“οὐ χρυσὸς ἀγλαὸς σπανιώτατος ἐν θνατῶν δυσελπί-
στῳ βίῳ,
οὐδ᾽ ἀδάμας οὐδ᾽ ἀργύρου κλῖναι πρὸς ἄνθρωπον
δοκιμαζόμεν᾽ ἀστράπτει πρὸς ὄψεις:
οὐδὲ γαίας εὐρυπέδου γόνιμοι βρίθοντες αὐτάρκεις
γύαι,
ὡς ἀγαθῶν ἀνδρῶν ὁμοφράδμων νόησις.” (Lyr. Gr. Frag. Adesp. 138)

310β ἔρρωσο, καὶ γίγνωσκε τοσοῦτον ἡμῶν διημαρτηκώς, ἵνα πρὸς τοὺς ἄλλους βέλτιον προσφέρῃ.

Sigue explorando

Por su autor
Πλάτων · 1 pieza más en la casa
Dónde vive
La Biblioteca

← Ερασταί

Expediente

Autor
Πλάτων
Título
Επιστολές (Πλάτων) — 1
Lengua
griego
Época
Medieval
Sala
La Biblioteca
Identificador
ws-el-1--sin-nombre-0368a2
Cita recomendada
Πλάτων, «Επιστολές (Πλάτων) — 1», Poetósfera, poetosfera.com/p/ws-el-1--sin-nombre-0368a2.html

Las obras de dominio público se reproducen íntegras, con atribución y en la ortografía de su impreso. ¿Ves una errata o conoces una fuente mejor? Escríbenos desde Sobre la casa.