(25) Ut fera, quae densa venantum septa corona
Contra tela furit seseque haud nescia morti
Iniicit et saltu supra venabula fertur.
Πηλείδης δ’ ἑτέρωθεν ἐναντίος ὦρτο, λέων ὣς
σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
ἀγρόμενοι, πᾶς δῆμος· ὁ δὲ πρῶτον μὲν ἀτίζων
ἔρχεται, ἀλλ’ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
δουρὶ βάλη, ἐάλη τε χανὼν περί τ’ ἀφρὸς ὀδόντας
γίγνεται, ἐν δέ τέ οἱ κραδίῆ στένει ἄλκιμον ἦτορ,
οὐρῇ δὲ πλευρὰς τε καὶ ἰσχία ἀμφοτέρωθεν
μαστίεται, ἑὲ δ’ αὐτὸν ἐποτρύνει μαχέεσθαι·
γλαυκιόων δ’ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῆ
ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·
ὣς ἀχιλῆ’ ὤτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.